Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 50.22 Dem. 50.25 (English) >>Dem. 50.28

50.24μόνῳ τοίνυν τούτῳ τῶν ἄλλων διαδόχων οὐκ ἔστι πρόφασις ὑπολειπομένη, διʼ τι οὐ πάλαι ἧκεν ἐπὶ τὴν ναῦν. γὰρ Εὐκτήμων πεντηκόνταρχος, ὡς ἐκ τοῦ Ἑλλησπόντου ἀπεστάλη οἴκαδε ἀσθενήσας, ἐπειδὴ κατέπλευσε καὶ ἤκουσε τοῦτον ἐμοὶ διάδοχον καθεστηκότα, εἰδὼς τόν τε χρόνον ἐξήκοντά μοι τῆς τριηραρχίας καὶ ἤδη ἐπιτριηραρχοῦντά με, παραλαβὼν Δεινίαν τὸν κηδεστὴν τὸν ἐμὸν προσέρχεται αὐτῷ ἐν τῷ δείγματι, καὶ ἐκέλευεν αὐτὸν ὡς τάχιστα ἐπὶ τὴν ναῦν ἀποπλεῖν, ὡς τῶν ἀναλωμάτων πολλῶν ὄντων καθʼ ἡμέραν ἑκάστην πρὸς τῷ παρὰ τοῦ στρατηγοῦ σιτηρεσίῳ εἰς τὴν ναῦν διδομένῳ ἀνηλίσκετο, 50.25καθʼ ἕκαστον αὐτῷ διεξιὼν τούς τε μισθοὺς τοὺς τῇ ὑπηρεσίᾳ καὶ τοῖς ἐπιβάταις κατὰ μῆνα διδομένους, τοῖς τε ναύταις οὓς αὐτὸς ἐκ τῆς Λαμψάκου ἐμισθώσατο, καὶ τοῖς ὕστερον ἐπεμβᾶσιν ἀντὶ τῶν ἀπολιπόντων, ἔτι δὲ τῶν ἀρχαίων ναυτῶν ἑκάστῳ προσέθηκα δεηθέντι, ἐπειδή μοι χρόνος ἐξῆκε τῆς τριηραρχίας, καὶ τἄλλα ὅσα ἦν τὰ καθʼ ἡμέραν ἑκάστην ἀναλισκόμενα εἰς τὴν ναῦν, οὐκ ἀπείρως ἔχων· διὰ γὰρ ἐκείνου πεντηκονταρχοῦντος καὶ ἠγοράζετο καὶ ἀνηλίσκετο. 50.26καὶ περὶ τῶν σκευῶν ἔφραζεν αὐτῷ ὅτι ἴδια ἔχοιμι καὶ δημόσιον οὐδέν· “ὡς οὖν”, ἔφη, “ πείσων ἐκεῖνον διανοοῦ, σκεύη ἔχων σαυτῷ ἀνάπλει. οἶμαι δέ σοι”, ἔφη, “αὐτὸν οὐδὲν διοίσεσθαι· ὀφείλει γὰρ ἀργύριον ἐκεῖ, διαλῦσαι βουλήσεται ἐκ τῆς τιμῆς τῶν σκευῶν.” ἀκούσας δὲ οὗτος ταῦτα τοῦ τʼ Εὐκτήμονος καὶ τοῦ Δεινίου τοῦ κηδεστοῦ τοῦ ἐμοῦ, περὶ μὲν ὧν ἔλεγον αὐτῷ οὐδὲν αὐτοῖς ἀποκρίνεται, γελάσαντα δὲ ἔφασαν αὐτὸν εἰπεῖνἄρτι μῦς πίττης γεύεται· ἐβούλετο γὰρ Ἀθηναῖος εἶναι.”


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 50.22 Dem. 50.25 (English) >>Dem. 50.28

Powered by PhiloLogic